Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.3.1 | Hdt. 8.5.1 (English) | >>Hdt. 8.6.2 |
8.4.1
τότε δὲ οὗτοι οἱ καὶ ἐπʼ Ἀρτεμίσιον Ἑλλήνων ἀπικόμενοι ὡς εἶδον νέας τε πολλὰς καταχθείσας ἐς τὰς Ἀφέτας καὶ στρατιῆς ἅπαντα πλέα , ἐπεὶ αὐτοῖσι παρὰ δόξαν τὰ πρήγματα τῶν βαρβάρων ἀπέβαινε ἤ ὡς αὐτοὶ κατεδόκεον , καταρρωδήσαντες δρησμὸν ἐβουλεύοντο ἀπὸ τοῦ Ἀρτεμισίου ἔσω ἐς τὴν Ἑλλάδα .
8.4.2 γνόντες δὲ σφέας οἱ Εὐβοέες ταῦτα βουλευομένους ἐδέοντο Εὐρυβιάδεω προσμεῖναι χρόνον ὀλίγον , ἔστʼ ἂν αὐτοὶ τέκνα τε καὶ τοὺς οἰκέτας ὑπεκθέωνται . ὡς δʼ οὐκ ἔπειθον , μεταβάντες τὸν Ἀθηναίων στρατηγὸν πείθουσι Θεμιστοκλέα ἐπὶ μισθῷ τριήκοντα ταλάντοισι , ἐπʼ ᾧ τε καταμείναντες πρὸ τῆς Εὐβοίης ποιήσονται τὴν ναυμαχίην .
ch. 5
8.5.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.3.1 | Hdt. 8.5.1 (English) | >>Hdt. 8.6.2 |